40. [Περὶ Ἀλκήστιδος.]

   Περὶ Ἀλκήστιδος εἴρηται μῦθος τραγικώδης, ὡς δή, μέλλοντός ποτε Ἀδμήτου ἀποθανεῖσθαι, αὕτη εἵλετο ὑπὲρ αὐτοῦ θανεῖν, καὶ ὡς Ἡρακλῆς αὐτὴν διὰ τὴν εὐσέβειαν ἀφελόμενος τὸν Θάνατον [καὶ ἀναγαγὼν ἐκ τοῦ Ἅιδου] ἀπέδωκεν Ἀδμήτῳ. ἐμοὶ δὲ δοκεῖ μηδένα ἀποθανόντα δύνασθαί τινα ἀναβιῶναι ποιῆσαι. | ἀλλ᾽ ἐγένετο τοιόνδε τι. ἐπειδὴ Πελίαν ἀπέκτειναν αἱ θυγατέρες, Ἄκαστος ὁ Πελίου ἐδίωκεν αὐτὰς ἀνταποκτεῖναι θέλων ἀντὶ τοῦ πατρός. καὶ τὰς μὲν ἄλλας λαμβάνει· Ἄλκηστις δὲ φεύγει εἰς Φερὰς πρὸς Ἄδμητον ἀνεψιὸν αὐτῆς, καὶ καθεζομένην ἐπὶ τῆς ἑστίας οὐκ ἠδύνατο Ἄδμητος Ἀκάστῳ ἔκδοτον ἐξαιτουμένῳ δοῦναι. ὁ δὲ παρακαθίσας στρατιὰν πολλὴν περὶ τὴν πόλιν ἐπυρπόλει αὐτούς. ἐπεξιὼν δὲ ὁ Ἄδμητος νύκτωρ, ἐντυχὼν λοχαγοῖς συνελήφθη ζῶν. ἠπείλει δὲ Ἄκαστος ἀποκτεῖναι αὐτόν, εἰ μὴ παραδώσει τὴν <Ἄλκηστιν> ἱκέτιν οὖσαν. πυθομένη οὖν Ἄλκηστις ὅτι μέλλει ἀναιρεῖσθαι Ἄδμητος δι᾽ αὐτήν, ἐξελθοῦσα ἑαυτὴν παρέδωκε. τὸν μὲν οὖν Ἄδμητον ἀφίησιν Ἄκαστος, ἐκείνην δὲ συλλαμβάνει. ἔλεγον οὖν οἱ ἄνθρωποι “ἀνδρεία γε ἡ Ἄλκηστις· ἑκοῦσα ὑπεραπέθανεν Ἀδμήτου.” τοῦτο μέντοι οὐκ ἐγένετο, ὡς ὁ μῦθός φησι. κατὰ γὰρ τοῦτον τὸν καιρὸν Ἡρακλῆς ἧκεν ἔκ τινος τόπου ἄγων τὰς Διομήδους ἵππους. τοῦτον ἐκεῖσε πορευόμενον ἐξένισεν Ἄδμητος. ὀδυρομένου δὲ τοῦ Ἀδμήτου τὴν συμφορὰν τῆς Ἀλκήστιδος, ἀνακτησάμενος Ἡρακλῆς ἐπιτίθεται τῷ Ἀκάστῳ καὶ τὴν στρατιὰν αὐτοῦ διαφθείρει· καὶ τὰ μὲν λάφυρα τῇ ἑαυτοῦ στρατιᾷ διανέμει, τὴν δὲ Ἄλκηστιν τῷ Ἀδμήτῳ παραδίδωσιν. ἔλεγον οὖν οἱ ἄνθρωποι ὡς ἐντυχὼν Ἡρακλῆς ἐκ τοῦ θανάτου ἐρρύσατο τὴν Ἄλκηστιν. τούτων γενομένων ὁ μῦθος ἀνεπλάσθη.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου