Λέγεται περὶ Σκύλλης ὡς ἦν ἐν Τυρρηνίᾳ θηρίον τι γυνὴ μὲν μέχρι τοῦ ὀμφαλοῦ, κυνῶν δὲ ἐντεῦθεν προσπεφύκεσαν κεφαλαί, τὸ δ᾽ ἄλλο σῶμα ὄφεως. τοιαύτην δὲ φύσιν ἐννοεῖν πολλὴ εὐήθεια. ἡ δὲ ἀλήθεια αὕτη. Τυρρηνῶν νῆες ἦσαν, αἳ ἐληίζοντο τὰ περίχωρα τῆς Σικελίας καὶ τὸν Ἰόνιον κόλπον. ἦν δὲ καὶ ναῦς τριήρης ταχεῖα τότε, ᾗ ὄνομα Σκύλλα, καὶ κατεπεγέγραπτο ἐπὶ τῆς πρῴρας. αὕτη δ᾽ ἡ τριήρης τὰ λοιπὰ τῶν πλοίων συλλαμβάνουσα πολλάκις εἰργάζετο βρῶμα, καὶ λόγος ἦν περὶ αὐτῆς πολύς. ταύτην τὴν ναῦν Ὀδυσσεὺς φορῷ καὶ λάβρῳ πνεύματι χρησάμενος διέφυγε· διηγήσατο δὲ | ἐν Κερκύρᾳ τῷ Ἀλκινόῳ ὡς ἐδιώχθη καὶ ὡς ἐξέφυγε καὶ τὴν ἰδέαν τοῦ πλοιαρίου. προσανεπλάσθη δὲ ὁ μῦθος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου