Λέγεται περὶ Δαιδάλου ὡς ἀγάλματα κατεσκεύαζε δι᾽ ἑαυτῶν πορευόμενα· ὅπερ ἔμοιγε ἀδύνατον εἶναι δοκεῖ, ἀνδριάντα δι᾽ ἑαυτοῦ βαδίζειν. τὸ δὲ ἀληθὲς τοιοῦτον. οἱ τότε ἀνδριαντοποιοὶ καὶ ἀγαλματοποιοὶ συμπεφυκότας ὁμοῦ τοὺς πόδας καὶ τὰς χεῖρας παρατεταμένας ἐποίουν. Δαίδαλο|ς δὲ πρῶτος ἐποίησε διαβεβηκότα τὸν ἕνα πόδα. διὰ τοῦτο δὴ οἱ ἄνθρωποι ἔλεγον “ὁδοιποροῦν τὸ ἄγαλμα τοῦτο εἰργάσατο Δαίδαλος, ἀλλ᾽ οὐχὶ ἑστηκός,” ὡς καὶ νῦν λέγομεν “μαχόμενοί γε ἄνδρες γεγραμμένοι εἰσί” καὶ “τρέχοντες ἵπποι” καὶ “χειμαζομένη ναῦς”. οὕτω κἀκεῖνον ἔλεγον ὁδοιποροῦντα ποιεῖν ἀγάλματα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου